Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.175 Joseph. AJ 6.180 (English) >>Joseph. AJ 6.185

6.178πρὸς τοῦθʼ πρεσβύτατος τῶν ἀδελφῶν Ἰάναβος ἐπέπληξεν αὐτῷ τολμηρότερον παρʼ ἡλικίαν καὶ ἀμαθῆ τοῦ προσήκοντος εἰπών, ἐκέλευσέ τε πρὸς τὰ ποίμνια καὶ τὸν πατέρα βαδίζειν. καταιδεσθεὶς δὲ τὸν ἀδελφὸν ὑπεχώρησε καὶ πρός τινας τῶν στρατιωτῶν ἀπελάλησεν, ὅτι θέλοι μάχεσθαι τῷ προκαλουμένῳ. 6.179δηλωσάντων δʼ εὐθὺς τῷ Σαούλῳ τὴν τοῦ νεανίσκου προαίρεσιν μεταπέμπεται αὐτὸν βασιλεύς, καὶ πυθομένου τί βούλεται λέγεινμὴ ταπεινὸν ἔστω τὸ φρόνημα μηδʼ εὐλαβὲς, βασιλεῦ· καθαιρήσω γὰρ ἐγὼ τὴν ἀλαζονείαν τοῦ πολεμίου χωρήσας αὐτῷ διὰ μάχης καὶ τὸν ὑψηλὸν καὶ μέγαν ὑπʼ ἐμαυτῷ βαλών. 6.180γένοιτο μὲν ἂν αὐτὸς οὕτως καταγέλαστος, ἔνδοξον δὲ τὸ σὸν στράτευμα, εἰ μηδʼ ὑπʼ ἀνδρὸς πολεμεῖν ἤδη δυναμένου καὶ πιστευομένου παράταξιν καὶ μάχας, ἀλλʼ ὑπὸ παιδὸς ἔτι δοκοῦντος καὶ ταύτην ἔχοντος τὴν ἡλικίαν ἀποθάνοι.” 6.181

Τοῦ δὲ Σαούλου τὸ μὲν τολμηρὸν αὐτοῦ καὶ τὴν εὐψυχίαν θαυμάζοντος, οὐ θαρροῦντος δὲ ἐπʼ αὐτῷ διὰ τὴν ἡλικίαν, ἀλλʼ ἀσθενέστερον εἶναι διὰ ταύτην πρὸς εἰδότα πολεμεῖν μάχεσθαι λέγοντος, “ταῦτʼ, εἶπε Δαβίδης, ἐπαγγέλλομαι τῷ θεῷ θαρρῶν ὄντι μετʼ ἐμοῦ· πεπείραμαι γὰρ αὐτοῦ τῆς βοηθείας. 6.182λέοντα γὰρ ἐπελθόντα μού ποτε τοῖς ποιμνίοις καὶ ἁρπάσαντα ἄρνα διώξας καταλαμβάνω καὶ τὸν μὲν ἄρνα τοῦ στόματος ἐξαρπάζω τοῦ θηρὸς, αὐτὸν δʼ ὁρμήσαντα ἐπʼ ἐμὲ τῆς οὐρᾶς βαστάσας καὶ προσρήξας τῇ γῇ διαφθείρω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.175 Joseph. AJ 6.180 (English) >>Joseph. AJ 6.185

Powered by PhiloLogic